Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.181 Joseph. AJ 11.186 (English) >>Joseph. AJ 11.191

11.184

Τελευτήσαντος δὲ Ξέρξου τὴν βασιλείαν εἰς τὸν υἱὸν Κῦρον, ὃν Ἀρταξέρξην Ἕλληνες καλοῦσιν, συνέβη μεταβῆναι. τούτου τὴν Περσῶν ἔχοντος ἡγεμονίαν ἐκινδύνευσεν τὸ τῶν Ἰουδαίων ἔθνος ἅπαν σὺν γυναιξὶ καὶ τέκνοις ἀπολέσθαι. τὴν δʼ αἰτίαν μετʼ οὐ πολὺ δηλώσομεν· 11.185πρέπει γὰρ τὰ τοῦ βασιλέως διηγεῖσθαι πρῶτον, ὡς ἔγημεν Ἰουδαίαν γυναῖκα τοῦ γένους οὖσαν τοῦ βασιλικοῦ, ἣν καὶ σῶσαι τὸ ἔθνος ἡμῶν λέγουσιν. 11.186παραλαβὼν γὰρ τὴν βασιλείαν Ἀρταξέρξης καὶ καταστήσας ἀπὸ Ἰνδίας ἄχρι Αἰθιοπίας τῶν σατραπειῶν ἑκατὸν καὶ εἰκοσιεπτὰ οὐσῶν ἄρχοντας, τῷ τρίτῳ τῆς βασιλείας ἔτει τούς τε φίλους καὶ τὰ Περσῶν ἔθνη καὶ τοὺς ἡγεμόνας αὐτῶν ὑποδεξάμενος ἑστιᾷ πολυτελῶς, οἷον εἰκὸς παρὰ βασιλεῖ τοῦ πλούτου παρασκευαζομένῳ τὴν ἐπίδειξιν ποιήσασθαι, ἐπὶ ἡμέρας ἑκατὸν ὀγδοήκοντα. 11.187ἔπειτα τὰ ἔθνη καὶ τοὺς πρεσβευτὰς αὐτῶν ἐν Σούσοις ἐπὶ ἡμέρας κατευώχησεν ἑπτά. τὸ δὲ συμπόσιον ἦν αὐτοῖς τὸν τρόπον τοῦτον γεγενημένον· σκήνωμα πηξάμενος ἐκ χρυσέων καὶ ἀργυρέων κιόνων ὕφη λίνεα καὶ πορφύρεα κατʼ αὐτῶν διεπέτασεν, ὥστε πολλὰς μυριάδας κατακλίνεσθαι. 11.188διηκονοῦντο δʼ ἐκπώμασι χρυσέοις καὶ τοῖς διὰ λίθου πολυτελοῦς εἰς τέρψιν ἅμα καὶ θέαν πεποιημένοις. προσέταττεν δὲ καὶ τοῖς διακόνοις μὴ βιάζεσθαι πίνειν τὸ ποτὸν αὐτοῖς συνεχῶς προσφέροντας, ὡς καὶ παρὰ Πέρσαις γίγνεται, ἀλλʼ ἐπιτρέπειν αὐτοῖς καὶ πρὸς βούλεται τῶν κατακειμένων ἕκαστος φιλοφρονεῖσθαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.181 Joseph. AJ 11.186 (English) >>Joseph. AJ 11.191

Powered by PhiloLogic